Χορός Πατέρων τοῦ Ἱεροῦ Κοινοβίου Ὁσίου Νικοδήμου ψάλλει… – Κυριακή τῶν ἁγίων Πατέρων τῆς Ἁγίας Οἰκουμενικῆς Ζ’ Συνόδου τῆς ἐν Νικαίᾳ

Uncategorized


https://youtu.be/A-_qusB7JzQ 

«Τῶν ἁγίων Πατέρων ὁ χορός…» – (Ἦχος πλ. Δ΄ )

Τῶν ἁγίων Πατέρων ὁ
χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ
Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς
θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ· οὓς εὐφημοῦντες ἐν πίστει,
μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως
Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ
ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα
τοῦ Λόγου, Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς
πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *